Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.1 Dem. 36.4 (English) >>Dem. 36.7

36.3πάντα δʼ, ὅσων κύριος τῶν τούτου κατελείφθη, διαλύσας καὶ παραδοὺς δικαίως, καὶ πάντων ἀφεθεὶς μετὰ ταῦτα τῶν ἐγκλημάτων, ὅμως, ὡς ὁρᾶτε, ἐπειδὴ φέρειν τοῦτον οὐχ οἷός τʼ ἐστίν, δίκην ταλάντων εἴκοσι λαχὼν αὐτῷ ταύτην συκοφαντεῖ. ἐξ ἀρχῆς οὖν ἅπαντα τὰ πραχθέντα τούτῳ πρὸς Πασίωνα καὶ Ἀπολλόδωρον ὡς ἂν δύνωμαι διὰ βραχυτάτων εἰπεῖν πειράσομαι, ἐξ ὧν εὖ οἶδʼ ὅτι τε τούτου συκοφαντία φανερὰ γενήσεται, καὶ ὡς οὐκ εἰσαγώγιμος δίκη γνώσεσθʼ ἅμα ταῦτʼ ἀκούσαντες.

36.4πρῶτον μὲν οὖν ὑμῖν ἀναγνώσεται τὰς συνθήκας, καθʼ ἃς ἐμίσθωσε Πασίων τὴν τράπεζαν τούτῳ καὶ τὸ ἀσπιδοπηγεῖον. καί μοι λαβὲ τὰς συνθήκας καὶ τὴν πρόκλησιν καὶ τὰς μαρτυρίας ταυτασί.Συνθῆκαι Πρόκλησις Μαρτυρίαι

αἱ μὲν οὖν συνθῆκαι, καθʼ ἃς ἐμίσθωσεν Πασίων τούτῳ τὴν τράπεζαν καὶ τὸ ἀσπιδοπηγεῖον ἤδη καθʼ ἑαυτὸν ὄντι, αὗταί εἰσιν, ἄνδρες Ἀθηναῖοι· δεῖ δʼ ὑμᾶς ἀκοῦσαι καὶ μαθεῖν ἐκ τίνος τρόπου προσώφειλεν τὰ ἕνδεκα τάλανθʼ Πασίων ἐπὶ τὴν τράπεζαν. 36.5οὐ γὰρ διʼ ἀπορίαν ταῦτʼ ὤφειλεν, ἀλλὰ διὰ φιλεργίαν. μὲν γὰρ ἔγγειος ἦν οὐσία Πασίωνι μάλιστα ταλάντων εἴκοσιν, ἀργύριον δὲ πρὸς ταύτῃ δεδανεισμένον ἴδιον πλέον πεντήκοντα τάλαντα. ἐν οὖν τοῖς πεντήκοντα ταλάντοις τούτοις ἀπὸ τῶν παρακαταθηκῶν τῶν τῆς τραπέζης ἕνδεκα τάλαντʼ ἐνεργὰ ἦν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.1 Dem. 36.4 (English) >>Dem. 36.7

Powered by PhiloLogic